Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.41 Dem. 4.45 (English) >>Dem. 4.48

4.43θαυμάζω δʼ ἔγωγε, εἰ μηδεὶς ὑμῶν μήτʼ ἐνθυμεῖται μήτʼ ὀργίζεται, ὁρῶν, ἄνδρες Ἀθηναῖοι, τὴν μὲν ἀρχὴν τοῦ πολέμου γεγενημένην περὶ τοῦ τιμωρήσασθαι Φίλιππον, τὴν δὲ τελευτὴν οὖσαν ἤδη ὑπὲρ τοῦ μὴ παθεῖν κακῶς ὑπὸ Φιλίππου. ἀλλὰ μὴν ὅτι γʼ οὐ στήσεται, δῆλον, εἰ μή τις κωλύσει. εἶτα τοῦτʼ ἀναμενοῦμεν; καὶ τριήρεις κενὰς καὶ τὰς παρὰ τοῦ δεῖνος ἐλπίδας ἂν ἀποστείλητε, πάντʼ ἔχειν οἴεσθε καλῶς; 4.44οὐκ ἐμβησόμεθα; οὐκ ἔξιμεν αὐτοὶ μέρει γέ τινι στρατιωτῶν οἰκείων νῦν, εἰ καὶ μὴ πρότερον; οὐκ ἐπὶ τὴν ἐκείνου πλευσόμεθα; ποῖ οὖν προσορμιούμεθʼ; ἤρετό τις. εὑρήσει τὰ σαθρά, ἄνδρες Ἀθηναῖοι, τῶν ἐκείνου πραγμάτων αὐτὸς πόλεμος, ἂν ἐπιχειρῶμεν· ἂν μέντοι καθώμεθʼ οἴκοι, λοιδορουμένων ἀκούοντες καὶ αἰτιωμένων ἀλλήλους τῶν λεγόντων, οὐδέποτʼ οὐδὲν ἡμῖν μὴ γένηται τῶν δεόντων. 4.45ὅποι μὲν γὰρ ἄν, οἶμαι, μέρος τι τῆς πόλεως συναποσταλῇ, κἂν μὴ πᾶσα, καὶ τὸ τῶν θεῶν εὐμενὲς καὶ τὸ τῆς τύχης συναγωνίζεται· ὅποι δʼ ἂν στρατηγὸν καὶ ψήφισμα κενὸν καὶ τὰς ἀπὸ τοῦ βήματος ἐλπίδας ἐκπέμψητε, οὐδὲν ὑμῖν τῶν δεόντων γίγνεται, ἀλλʼ οἱ μὲν ἐχθροὶ καταγελῶσιν, οἱ δὲ σύμμαχοι τεθνᾶσι τῷ δέει τοὺς τοιούτους ἀποστόλους. 4.46οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἕνʼ ἄνδρα δυνηθῆναί ποτε ταῦθʼ ὑμῖν πρᾶξαι πάνθʼ ὅσα βούλεσθε· ὑποσχέσθαι μέντοι καὶ φῆσαι καὶ τὸν δεῖνʼ αἰτιάσασθαι καὶ τὸν δεῖνʼ ἔστι, τὰ δὲ πράγματʼ ἐκ τούτων ἀπόλωλεν· ὅταν γὰρ ἡγῆται μὲν στρατηγὸς ἀθλίων ἀπομίσθων ξένων, οἱ δʼ ὑπὲρ ὧν ἂν ἐκεῖνος πράξῃ πρὸς ὑμᾶς ψευδόμενοι ῥᾳδίως ἐνθάδʼ ὦσιν, ὑμεῖς δʼ ἐξ ὧν ἂν ἀκούσηθʼ τι ἂν τύχητε ψηφίζησθε, τί καὶ χρὴ προσδοκᾶν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.41 Dem. 4.45 (English) >>Dem. 4.48

Powered by PhiloLogic